Τρίτη 18 Δεκεμβρίου 2012

Περί τοῦ Μυστηρίου τῆς ἐνσάρκου οἰκονομίας

 

Περί τοῦ Μυστηρίου τῆς ἐνσάρκου οἰκονομίας

 

1.  Και σύ, Βηθλεέμ, οἶκος τοῦ ᾿Εφραθά, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν ᾿Ιούδα· ἐκ σοῦ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ ᾿Ισραήλ  (Μιχαίας ε΄1)

2.   ὅτι παιδίον ἐγενήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελός, θαυμαστὸς σύμβουλος, Θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος·  (Ησαΐας θ΄6)

3.  ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾿Εμμανουήλ· (Ησαΐας ζ΄14)

4.   ἐν μέσῳ δύο ζῴων γνωσθήσῃ (Αββακούμ  3, 2)

5. ἀναστήσει ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν, ἥτις εἰς τοὺς αἰῶνας οὐ διαφθαρήσεται (Δανιήλ β΄44)

6.   Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν. καὶ ἐθεασάμεθα τὸν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας.( Ιωαν. α,14)

7.    καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος· μὴ φοβεῖσθαι. ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ, ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτήρ, ος ἐστι Χριστὸς Κύριος, ἐν πόλει Δαυΐδ. καὶ τοῦτο ὑμῖν τὸ σημεῖον· εὑρήσετε βρέφος ἐσπαργανωμένον, κείμενον ἐν φάτνῃ. καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν Θεὸν καὶ λεγόντων· δόξα ἐν ὑψίστοις Θεῷ καὶ  ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.( Λουκ. Β΄10-14)

8.    ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. (Γαλάτας 4, 4-5)

9.    οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον,  ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾿ ἔχῃ ζωὴν αἰώνιον (Ιωαν γ,16)

10.    ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν, ὅτι ἀπ᾿ ἀρχῆς ὁ διάβολος ἁμαρτάνει. εἰς τοῦτο ἐφανερώθη ὁ υἱὸς τοῦ Θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου.( Α΄Ιωαν.γ,8)

11.    Ἄνθρωπος ἐγένετο ὁ Θεός, ἶνα ἡμεῖς θεοποιηθῶμεν (Μεγ. Ἀθανάσιος)

12.    Τό ὑψηλόν, τῷ ταπεινῶ προσομιλοῦν, αὐτό μέν οὐδέν εἰς τήν οἰκείαν παραβλάπτεται δόξαν, ἐκεῖνο δέ ἀπό τῆς πολλῆς ἀνίστησι ταπεινότητος … Οὕτω πώς καί βασιλεύς, πτωχῶ  καί πένητι διαλεγόμενος μετά σπουδῆς καί εὐνοίας, ἐαυτόν μέν οὐδέν ἤσχυνεν, ἐκεῖνον δέ παρά πάσι περίβλεπτον ἐποίησεν εἶναι καί λαμπρόν. (Ἰωάννης Χρυσόστομος Ε.Π.Ε 12,634-636)

13.    Τό ὅπως, μή ζήτει• ἐγένετο γάρ, ὡς οἶδεν αὐτός.(Ἰω.Χρ. Ε.Π.Ε 12,640)

14.    Ὁ ἀχώρητος παντί, πώς ἐχωρήθη ἐν γαστρί; ὁ ἐν κόλποις του Πατρός πώς ἐν ἀγκάλαις της Μητρός; πάντως ὡς οἶδεν ὡς ἠθέλησε καί ὡς ηυδόκησεν· ἄσαρκος γάρ ὧν, ἐσαρκώθη ἑκών· καί γέγονεν ὁ Ὧν, ὁ οὐκ ἥν δι' ἡμᾶς· καί μή εκστάς της φύσεως, μετέσχε του ἡμετέρου φυράματος. Διπλούς ετέχθη, Χριστός τον ἄνω, κόσμον θέλων ἀναπληρώσαι.  (Κάθισμα ἑορτῆς των Χριστουγέννων)

από το κατηχητικό των ενηλίκων 17-12-2012



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Related Posts Plugin for WordPress, Blogger...