Η ΑΓΙΑ ΤΡΙΑΔΑ
Ἦχος πλ. β’
Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών,
καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν, καὶ ζωῆς χορηγός, ἐλθέ, καὶ
σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον ἀγαθὲ
τὰς ψυχὰς ἡμῶν.
Φῶς ὁ Πατήρ, φῶς ὁ Λόγος, φῶς καί τό ἅγιον Πνεῦμα, ὅπερ ἐν γλώσσαις
πυρίναις, τοῖς Ἀποστόλοις ἐπέμφθη, καί δί' αὐτοῦ πᾶς ὁ κόσμος φωταγωγεῖται,
Τριάδα σέβειν ἁγίαν.
Τό Πνεῦμα τό ἅγιον, ἥν μέν ἀεί, καί ἐστι καί ἔσται, οὔτε ἀρξάμενον, οὔτε παυσόμενον, ἀλλ' ἀεί Πατρί καί Υἱῶ συντεταγμένον, καί συναριθμούμενον, ζωή, καί ζωοποιοῦν, φῶς, καί φωτός χορηγόν, αὐτάγαθον, καί πηγή ἀγαθότητος, δί' οὗ Πατήρ γνωρίζεται, καί Υἱός δοξάζεται, καί παρά πάντων γινώσκεται, μία δύναμις, μία σύνταξις, μία προσκύνησις, τῆς ἁγίας Τριάδος.
Τό Πνεῦμα τό ἅγιον, φῶς, καί ζωή, καί ζῶσα πηγή νοερά, Πνεῦμα σοφίας, Πνεῦμα συνέσεως, ἀγαθόν, εὐθές, νοερόν, ἡγεμονεῦον καθαῖρον τά πταίσματα, Θεός καί θεοποιοῦν, πῦρ, ἐκ πυρός προϊόν, λαλοῦν, ἐνεργοῦν, διαιροῦν τά χαρίσματα, δί' οὗ Προφῆται ἅπαντες, καί Θεοῦ Ἀπόστολοι, μετά Μαρτύρων ἐστέφθησαν, Ξένον ἄκουσμα, ξένον θέαμα, πῦρ διαιρούμενον εἰς νομάς χαρισμάτων.