Δευτέρα 13 Απριλίου 2015

ΧΡΙΣΤΟΣ ΑΝΕΣΤΗ - ΑΛΗΘΩΣ ΑΝΕΣΤΗ


Χριστὸς Ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασιν,ζωὴν χαρισάμενος.


Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσομεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν Σου Χριστὲ προσκυνοῦμεν καὶ τὴν Ἁγίαν σου Ἀναστασην ὑμνοῦμεν καὶ δοξάζωμεν Σὺ γὰρ εἰ ὁ Θεὸς ἠμῶν, ἐκτός Σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά Σου ὀνομάζομεν. Δεῦτε, πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ Ἁγίαν Ἀναστασην. Ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ χαρὰ ἐν ὄλω τῷ κόσμω. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀναστασην Αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δὶ' ἠμᾶς, θανάτω, θάνατον ὤλεσεν.



Ἀναστᾶς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἠμὶν τὴν αἰώνιον ζωὴν καὶ τὸ μέγα ἔλεος.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Related Posts Plugin for WordPress, Blogger...