ᾄσω τῷ Κυρίῳ ἐν τῇ ζωῆ μου, ψαλῷ τῷ Θεῷ
μου, ἕως ὑπάρχω. (ψαλμός 103, 33)
διά τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, και τῷ ὀνόματί σου ψαλῶ. (Ρωμαίους 15, 9)
ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ. (Α’ Κορινθ. 14, 15)
λαλοῦντες ὲαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς,
ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ. (Ἐφεσίους 5, 19)
εὐθυμεῖ
τις ; ψαλλέτω. (Ἰάκωβος 5, 14)
διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ἐν χάριτι ᾄδοντες ἐν τῇ καρδίᾳ ὑμῶν
τῷ Κυρίῳ (Κολασσαείς 3, 16)
τούς θείους ἀναπέμποντας ὕμνους, φόβῳ πολλῷ καἰ συνεσταλμένους καἰ
εὐλαβείᾳ κεκοσμημένους, οὕτω προσφέρειν τούτους. (Ἰωαν. Χρυσόστομος ΕΠΕ 8 Α,324)
τό κέρδος τοῦ ψάλλειν. Τόν οὐρανόν ἡ γή μιμεῖται.
(Ἰωαν. Χρυσόστομος ΕΠΕ 33, 258)
διά τοῦ ἐναρέτου βίου, διά μυρίων γλωσσῶν τήν δοξολογίαν ἀναφέρομεν. (Ἰωαν. Χρυσόστομος ΕΠΕ 3, 134)
Πολλάκις τὴν ὑμνῳδίαν ἐκτελῶν, εὑρέθην τήν ἁμαρτίαν ἐκπληρῶν· τῇ μὲν γλώττῃ ᾄσματα φθεγγόμενος, τῇ δὲ ψυχῇ ἄτοπα λογιζόμενος· ἀλλ̉ ἑκάτερα διόρθωσον, Χριστὲ ὁ Θεός, διὰ τῆς μετανοίας καὶ σῶσόν με. (Παρακλητική Ἦχος γ’ ἀπόστοιχα αἴνων Δευτέρας)
Τούς ἐπὶ τῷ ψάλειν ἐν ταῖς Ἐκκλησίαις παραγινομένους, βουλόμεθα, μήτε βοαῖς ἀτάκτοις κεχρῆσθαι, καὶ τὴν φύσιν πρὸς κραυγὴν ἐκβιάζεσθαι, μήτε τι ἐπιλέγειν τῶν μὴ ἐκκλησίᾳ ἁρμοδίων τε καὶ οἰκείων· ἀλλὰ μετὰ πολλῆς προσοχῆς, καὶ κατανύξεως τὰς τοιαύτας ψαλμῳδίας προσάγειν τῷ τῶν κρυπτῶν ἐφόρῳ Θεῷ. (Κανὼν ΟΕ’ τῆς ἐν Τρούλλῳ Πενθέκτης Οἰκ.
Συνόδου)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου