Περί τοῦ Τιμίου Σταυροῦ
Προτυπώσεις ἐκ τῆς Παλαιᾶς Διαθήκης
Προτυπώσεις ἐκ τῆς Παλαιᾶς Διαθήκης
Ἡ ράβδος τοῦ Μωυσέως «καὶ σὺ ἔπαρον τῇ ράβδῳ σου καὶ ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὴν θάλασσαν καὶ ρῆξον αὐτήν, καὶ εἰσελθάτωσαν οἱ υἱοὶ ᾿Ισραὴλ εἰς μέσον τῆς θαλάσσης κατὰ τὸ ξηρόν. (Ἔξοδος 14, 16)
Το ξύλο που γλύκανε τα νερά της Μερρά «ἐβόησε δὲ Μωυσῆς πρὸς Κύριον, καὶ ἔδειξεν αὐτῷ Κύριος ξύλον, καὶ ἐνέβαλεν αὐτὸ εἰς τὸ ὕδωρ, καὶ ἐγλυκάνθη τὸ ὕδωρ.» (Έξοδος
15,25)
Τά χέρια τοῦ Μωυσέως «αἱ δὲ χεῖρες Μωυσῆ βαρεῖαι· καὶ λαβόντες λίθον ὑπέθηκαν ὑπ᾿ αὐτόν, καὶ ἐκάθητο ἐπ᾿ αὐτοῦ, καὶ ᾿Ααρὼν καὶ ῍Ωρ ἐστήριζον τὰς χεῖρας αὐτοῦ, ἐντεῦθεν εἷς καὶ ἐντεῦθεν εἷς· καὶ ἐγένοντο αἱ χεῖρες Μωυσῆ ἐστηριγμέναι ἕως δυσμῶν ἡλίου. (Ἔξοδος 17, 11-13)
Ὁ χάλκινος ὄφις «καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· ποίησον σεαυτῷ ὄφιν καὶ θὲς αὐτὸν ἐπὶ σημείου, καὶ ἔσται ἐὰν δάκῃ ὄφις ἄνθρωπον, πᾶς ὁ δεδηγμένος ἰδὼν αὐτὸν ζήσεται. καὶ ἐποίησε Μωυσῆς ὄφιν χαλκοῦν καὶ ἔστησεν αὐτὸν ἐπὶ σημείου, καὶ ἐγένετο ὅταν ἔδακνεν ὄφις ἄνθρωπον, καὶ ἐπέβλεψεν ἐπὶ τὸν ὄφιν τὸν χαλκοῦν καὶ ἔζη.» (Ἀριθμοί 21,8-9)
Ἐκ τῆς Καινής Διαθήκης
1. «καὶ καθὼς Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου»(Ιωαν. 3, 14)
2. «τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ.» (Ματθ. 27, 26)
3. «σῶσον σεαυτὸν καὶ κατάβα ἀπὸ τοῦ σταυροῦ» (Μαρκος 15, 30)
4. «Καὶ ὅτε ἀπῆλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν» (Λουκάς 26, 33)
5. «τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ. Παρέλαβον δὲ τὸν Ἰησοῦν καὶ ἤγαγον· καὶ βαστάζων τὸν σταυρὸν αὑτοῦ ἐξῆλθεν εἰς τὸν λεγόμενον κρανίου τόπον, ὃς λέγεται Ἑβραϊστὶ Γολγοθᾶ, ὅπου αὐτὸν ἐσταύρωσαν» (Ιωαν. 19, 16-18)
6. «Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστι.» (Α΄Κορινθ. 1,
18)
7. «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ.» (Γαλατας 6, 14)
8. «νῦν δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ, ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ θεὸς ἡ κοιλία καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες» (Φιλιπ 3, 18-19)
Ἐκ τῶν Πατέρων
«Τό κεφάλαιον τῶν ἀγαθῶν, δι’ ὁ καί ζῶμεν καί δι’ ὁ ἐσμέν. Πάντα δι’ αὐτοῦ τελεῖται τά καθ’ ἠμας. Μετά πολλῆς της πίστεως ἐγχαράττειν αὐτόν δεῖ. Προηγήσεται τῆς ἡμέρας ἐκείνης. Ἅδου πύλας ἠνέωξεν, φαρμάκων δηλητηρίων περιεγένετο, τήν γῆν οὐρανόν ἐποίησεν, τούς ἀνθρώπους ἀγγέλους εἰργάσατο. Τό καύχημα ἠμων ὁ σταυρός καί ἡ παρρησία καί ὁ στέφανος ἅπας»(Ἅγ Ἰωάν. ὁ Χρυσόστομος ΕΠΕ 11,190-196)
«Τόν τίμιον Σταυρόν προσκυνοῦμεν ἐν ὧ τό Δεσποτικόν ἐξετανίσθη Σῶμα καί τό τοῦ κόσμου καθάρσιον ἀνέβλησεν» (Φώτιος Κωνσταντινουπόλεως)
«Μή τοινυν ἐπαισχυνθώμεν ὁμολογῆσαι τόν ἐσταυρωμένον. Ἐπί μετώπου μετά παρρησίας δακτύλοις ἡ σφραγίς καί ἐπί πάντων γινέσθω ὁ Σταυρός· ἐπί ἄρτων βιβρωσκομένων καί ἐπί ποτηρίων πινομένων, ἐν εἰσόδοις, ἐν ἐξόδοις, πρό τοῦ ὕπνου κοιταζομένοις καί διανισταμένοις καί ὀδεύουσι καί ἠρεμούσι· μέγα φιλακτήριον, δωρεάν διά τούς πένητας, χωρίς καμάτου διά τούς ἀσθενεῖς, ἐπειδή καί παρά Θεοῦ ἡ χάρις σημεῖον πιστῶν καί φόβος δαιμόνων» (Ἄγ. Κύριλλος Ἱεροσολύμων ΙΓ΄Κατήχηση)
Μία ἡμέρα γύριζα ἀπό τό χωράφι καί περνώντας ἔξω ἀπό τό ἐκκλησάκι τοῦ Ἁγίου Γεωργίου βλέπω ἕναν σατανᾶ ξαπλωμένο. Τόν ρωτάω, τί κάνεις ἐσύ ἐδῶ; Καί μοῦ ἀπαντᾶ «ἐγώ κάθομαι ἐδῶ διά νά μήν ἀφήνω κανένα νά κάνη τόν σταυρό του» (ἀπό τό βιβλίο Πάπα-Δημήτρης Γκαγκαστάθης ἔκδ. Ὀρθοδόξου Κυψέλης σέλ. 308)
Ύμνος
Ἐν φωναῖς ἀλαλάξωμεν, ἐν ᾠδαῖς μεγαλύνωμεν, τὸν Σταυρὸν τὸν τίμιον, ἀσπαζόμενοι, καὶ πρὸς αὐτὸν ἐκβοήσωμεν· Σταυρὲ πανσεβάσμιε, καθαγίασον ἡμῶν, τὰς ψυχάς καὶ τὰ σώματα, τῇ δυνάμει σου, καὶ παντοίας ἐκ βλάβης ἐναντίων, διατήρησον ἀτρώτους, τοὺς εὐσεβῶς προσκυνοῦντάς σε. (στιχηρό αίνων Κυριακής Σταυροπροσκυνήσεως)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου