Τετάρτη, 12 Σεπτεμβρίου 2012

Ύψωση Τιμίου Σταυρού

                                   Εἰς τόν Στίχον Στιχηρά Προσόμοια.

Ἦχος πλ. α'

Χαίροις ἀσκητικῶν

Χαίροις ὁ ζωηφόρος Σταυρός, τῆς εὐσεβείας τό ἀήττητον τρόπαιον, ἡ θύρα τοῦ Παραδείσου, ὅ τῶν πιστῶν στηριγμός, τό τῆς Ἐκκλησίας περιτείχισμα, δι' οὗ ἐξηφάνισται, ἡ φθορά καί κατήργηται, καί κατεπόθη, τοῦ θανάτου ἡ δύναμις, καί ὑψώθημεν, ἀπό γῆς πρός οὐράνια, Ὅπλον ἀκαταμάχητον, δαιμόνων ἀντίπαλε, δόξα Μαρτύρων Ὁσίων, ὡς ἀληθῶς ἐγκαλλώπισμα, λιμήν σωτηρίας, ὁ δωρούμενος τῷ κόσμω τό μέγα ἔλεος.

Στίχ. Ὑψοῦτε Κύριον τόν Θεόν ἠμῶν καί προσκυνεῖτε τῷ ὑποποδίω τῶν ποδῶν αὐτοῦ.

Χαίροις o τοῦ Κυρίου Σταυρός, δί' οὗ ἐλύθη τῆς ἀρᾶς τό ἀνθρώπινον, τῆς ὄντως χαρᾶς σημεῖον, ὁ καταράσσων ἐχθρούς, ἐν τῇ σή ὑψώσει πανσεβάσμιε, ἠμῶν ἡ βοήθεια, Βασιλέων κραταίωμα, σθένος δικαίων, Ἱερέων εὐπρέπεια, ὁ τυπούμενος, καί δεινῶν ἐκλυτρούμενος, ράβδος ἤ τῆς δυνάμεως, ὑφ' ἧς ποιμαινόμεθα, ὅπλον εἰρήνης ἐν φόβω, ὁ περιέπουσιν Ἄγγελοι, Χριστοῦ θεία δόξα, τοῦ παρεχοντοςτῶ κόσμω τό μέγα ἔλεος.

Στίχ. Ὁ δέ Θεός Βασιλεύς ἠμῶν πρό αἰῶνος εἰργάστο σωτηρίαν ἐν μέσω τῆς γῆς.

Χαίροις o τῶν τυφλῶν ὁδηγός, τῶν ἀσθενούντων ἰατρός, ἡ ἀνάστασις, ἁπάντων των τεθνεώτων, ὁ ἀνυψώσας ἠμᾶς, εἰς φθοράν πεσόντας, Σταυρέ τίμιε, δί' οὗ διαλέλυται, ἡ φθορά καί ἐξήνθησεν, ἡ ἀφθαρσία, καί βροτοί ἐθεώθημεν, καί διάβολος, παντελῶς καταβέβληται, Σήμερον ἀνυψούμενον, χερσί καθορῶντές σε, Ἀρχιερέων ὑψοῦμεν, τόν ὑψωθέντα ἐν μέσω σου, καί σέ προσκυνοῦμεν, ἀρυόμενοι πλουσίως τό μέγα ἔλεος.

Δόξα... Καί νῦν... Ἦχος πλ. δ'

Ἰωάννου Μοναχοῦ

Ὅν πέρ πάλαι Μωϋσῆς, προτυπώσας ἐν ἐαυτῶ, τόν Ἀμαλήκ καταβαλῶν ἐτροπώσατο, καί Δαυϊδ ὁ μελωδός, ὑποπόδιον σοί βοῶν, προσκυνεῖσθαι διετάξατο, τίμιον Σταυρόν σου, Χριστέ ὁ Θεός, σήμερον ἁμαρτωλοί προσκυνοῦντες χείλεσιν ἀναξίοις, σέ τόν καταξιώσαντα παγῆναι ἐν αὐτῶ, ἀνυμνοῦντες βοῶμεν σοί, Κύριε σύν τῷ Ληστή τῆς βασιλείας σου ἀξίωσον ἠμᾶς.

Ἀπολυτίκιον  Ἦχος ἅ'

Σῶσον Κύριε τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σου, νίκας τοῖς Βασιλεύσι κατά βαρβάρων δωρούμενος καί τό σόν φυλάττων διά τοῦ Σταυροῦ σου πολίτευμα.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Related Posts Plugin for WordPress, Blogger...